Στιχηρά Ιδιόμελα Αίνων των Βαΐων.
Ἦχος δ'. Στιχηρὰ Ἰδιόμελα.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ πλεῖστος ὄχλος Κύριε, ἐστρώννυον ἐν τῇ ὁδῷ τὰ ἱμάτια αὐτῶν, ἄλλοι δὲ ἔκοπτον κλάδους, ἀπὸ τῶν δένδρων καὶ ἐβάσταζον, οἱ προάγοντες δὲ καὶ οἱ ἀκολουθοῦντες, ἔκραζον λέγοντες, Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Μέλλοντός σου εἰσιέναι, εἰς τὴν ἁγίαν Πόλιν Κύριε, τὰ κλάδη τῶν φυτῶν οἱ λαοὶ ἐβάσταζον, σὲ ὑμνοῦντες τὸν τῶν ὅλων Δεσπότην, ὁρῶντές σε ἐπὶ πώλου καθήμενον, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐθεώρουν, καὶ διὰ τοῦτο οὕτως ἐβόων΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἐξέλθετε ἔθνη, ἐξέλθετε καὶ λαοί, καὶ θεάσασθε σήμερον, τὸν Βασιλέα τῶν οὐρανῶν, ὡς ἐπὶ θρόνου ὑψηλοῦ, ἐπὶ πώλου εὐτελοῦς, τὴν Ἱερουσαλὴμ προσεπιβαίνοντα, γενεὰ Ἰουδαίων, ἄπιστε καὶ μοιχαλίς, δεῦρο, θέασαι, ὃν εἶδεν Ἡσαΐας ἐν σαρκὶ δι' ἡμᾶς παραγενόμενον, πῶς νυμφεύεται ὡς σώφρονα, τὴν νέαν Σιών, καὶ ἀποβάλλεται τὴν κατάκριτον συναγωγήν, ὡς ἐν ἀφθάρτῳ δὲ γάμῳ καὶ ἀμιάντῳ, ἀμίαντοι συνέδραμον εὐφημοῦντες, οἱ ἀπειρόκακοι Παῖδες, μεθ' ὧν ὑμνοῦντες βοήσωμεν, ὕμνον τόν Ἀγγελικόν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, τῷ ἔχοντι τὸ μέγα ἔλεος.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ ἑκουσίου Πάθους σου, εἰς πίστωσιν πάντων, προενδειξάμενος, Χριστὲ ὁ Θεός, τὸν μὲν Λάζαρον ἐν Βηθανίᾳ, τῇ κραταιᾷ δυνάμει σου, τετραήμερον νεκρὸν ἀνέστησας, καὶ τυφλοῖς δὲ τὸ βλέπειν, ὡς φωτοδότης ἐδωρήσω Σωτήρ, καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν, μετὰ τῶν σῶν Μαθητῶν εἰσῆλθες, καθήμενος ἐπὶ πώλου ὄνου, τὰ τῶν Προφητῶν ἐκπληρῶν κηρύγματα, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενος, καὶ παῖδες Ἑβραίων μετὰ κλάδων καὶ βαΐων προϋπήντουν σοι΄ Διὸ καὶ ἡμεῖς, κλάδους ἐλαιῶν βαστάζοντες καὶ βαΐα, εὐχαρίστως σοι βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
________________________________________
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου