Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ;

Δοξαστικό Αίνων Κυριακής του Τυφλού.
Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, ἐν ᾗ ἑορτάζομεν τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα. 
Δόξα Πατρί... Ἦχος πλ.δ’.
Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις, οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς, ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.
________________________________________



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου