ΑΠΟΣΤΟΛΟΣ 30ης ΔΕΚΕΜΒΡΙΟΥ

ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΟΝ 30ης ΔΕΚΕΜΒΡΙΟΥ
τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας.

Ἀπόστολος.
ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ 
Προκείμενον. Ἦχος δ’. 
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε. 
Πρὸς Τιμόθεον Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Τέκνον Τιμόθεε, δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ ᾿Ιησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.

ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ ὂχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας΄ καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ᾽Ησαΐου τοῦ προφήτου λέγοντος΄᾽Ιδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα΄ ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει΄ ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. Καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

DOWNLOAD PDF HERE!


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου