ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ
ΚΥΡΙΑΚῌ 14 ΙΑΝΟΥΑΡΙΟΥ 2018
Τῶν ἐν Σινᾷ καί Ραϊθῷ ἀναιρεθέντων ῾Αγίων ᾽Αββάδων.
Ἦχος βαρύς. ῾Εωθινὸν Ι´.
________________________________________
Απόστολος. Τῆς Κυριακῆς μετά τά Φῶτα·
Προκείμενον, ἦχος δ’.
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
________________________________________
Εὐαγγέλιον.
Τῆς Κυριακῆς μετά τά Φῶτα·
Ἐκ τοῦ κατὰ Ματθαῖον.
DOWNLOAD PDF HERE!
ΚΥΡΙΑΚῌ 14 ΙΑΝΟΥΑΡΙΟΥ 2018
Τῶν ἐν Σινᾷ καί Ραϊθῷ ἀναιρεθέντων ῾Αγίων ᾽Αββάδων.
Ἦχος βαρύς. ῾Εωθινὸν Ι´.
________________________________________
Απόστολος. Τῆς Κυριακῆς μετά τά Φῶτα·
Προκείμενον, ἦχος δ’.
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει, ᾽Αναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις. Τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
Ἀλληλούϊα. (γ’) ________________________________________
Εὐαγγέλιον.
Τῆς Κυριακῆς μετά τά Φῶτα·
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ ᾽Ιησοῦς ὅτι ᾽Ιωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν΄ καὶ καταλιπὼν τὴν Ναζαρὲτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος΄ Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ ᾽Ιορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. ᾽Απὸ τότε ἤρξατο ὁ ᾽Ιησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε΄ ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
DOWNLOAD PDF HERE!
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου