18-02-2018 ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ

Ἀνάμνησις τῆς ἀπὸ τοῦ παραδείσου ἐξορίας τοῦ πρωτοπλάστου ᾿Αδάμ. Ἦχος δ’. ῾Εωθινόν Δ’.
ΑΠΟΣΤΟΛΟΣ 
Προκείμενον, ἦχος πλ.δ’.
Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν
Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. 
δελφοί, νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν͵ ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους͵ ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν͵ μὴ κώμοις καὶ μέθαις͵ μὴ κοίταις καὶ ἀσελγείαις͵ μὴ ἔριδι καὶ ζήλῳ· ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν͵ καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε͵ μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα͵ ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω͵ ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω͵ ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ͵ δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν.
Ἦχος δ’. 
λληλούϊα. (γ’) 
Στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
λληλούϊα. (γ’) 
Στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
λληλούϊα. (γ’) 

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος· ᾽Εὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι,ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν·θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου