ΤΥΠΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΑΚΟΛΟΥΘΙΩΝ 2026

Κατεβάστε τις παρακάτω ακολουθίες στο κινητό σας ή στο tablet.

Μεγάλη γραμματοσειρά για προβολή σε Tablet ή smartphone.

ΠΡΟΣΟΧΗ: Δεν είναι για εκτύπωση λόγω του μεγάλου όγκου των σελίδων.


ΜΟΥΣΙΚΑ

Μουσικά ανεβαίνουν: ΕΔΩ, ΕΔΩ, και ΕΔΩ.

Ακολουθίες για Κινητό (smartphone)

Βάπτιση για Κινητό
Ακολουθία του Γάμου για Κινητό
Κηδεία για Κινητό
Μνημόσυνο για Κινητό
Ο Εξάψαλμος για Κινητό
Ευχέλαιο για Κινητό
Μέγα Απόδειπνο για Κινητό
Μικρός Αγιασμός για Κινητό

Πηγές:

https://glt.goarch.org
https://www.saint.gr

* Όλα τα αρχεία προορίζονται για προσωπική χρήση και μελέτη.

Ψαλμός 140ος

Νέο Ιστολόγιον "Φυλλάδες"
Τηλεόραση/Greek Tv: Την ανέβασα ----> ΕΔΩ
(πρώτα επιλέγουμε κανάλι απ τη λίστα, ξεκινά αυτόματα)

Live Greek Tv

29/11/2025, Ελληνικοί Τηλεοπτικοί Σταθμοί
Έφτιαξα ένα Video Player για να παρακολουθείτε με ευκολία διαδυκτιακά τηλεοπτικά ελληνικά κανάλια.
Τον ανέβασα ---> ΕΔΩ
ΛΙΣΤΑ ΣΤΑΘΜΩΝ: ERT NEWS, ERT 2 SPORT, ERT 3 TV, ANT1 TV, SKAI TV, OPEN TV, STAR TV, NEA TV, KRHTH TV, KOS TV, ACTION24 TV, TV100, GNOMI TV, κτλ.

Ψαλμὸς 140, Θοῦ, Κύριε, φυλακὴν.

Ψαλμὸς 140

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους... πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς 141
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.


Ραδιοφωνικοί Σταθμοί.

Ραδιοσταθμοί Ελλάδας & Κύπρου
«Ἐν παντί τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τόν Κύριον.»
Ακούστε ζωντανά Εκκλησιαστικούς και Ελληνικούς ραδιοφωνικούς σταθμούς απ' την Ελλάδα και την Κύπρο, μέσα από έναν ενιαίο, προσαρμοσμένο διαδικτυακό player.
Λίστα σταθμών μέσα στον Player:

  • ✝ Ιερά Αρχιεπισκοπή Κρήτης
  • ✝ Εκκλησία της Ελλάδος
  • ✝ Ιερά Μητρόπολη Πειραιώς
  • ✝ Ιερά Αρχιεπισκοπή Κύπρου
  • ✝ Ιερά Μητρόπολη Πατρών
  • ✝ Ιερά Μητρόπολη Καστοριάς
  • ✝ Ιερά Μητρόπολη Σερρών
  • ✝ Ιερά Μητρόπολη Κερκύρας
  • ✝ Μοναχική Διακονία
  • ✝ ο Εύδιος Λιμήν

  • ERT News 105.8 FM
  • Era Deytero 103.5 FM
  • Era Trito 90.9 FM
  • Era Sport 101.8 FM
  • Θέμα Κρήτης 103.1 FM
  • Skai 100.3 FM
  • Alpha 98.9 FM
  • Ράδιο Κρήτη 101.5 FM

Όλοι συγκεντρωμένοι σε έναν απλό, όμορφο και λειτουργικό player, για εύκολη πρόσβαση στον λόγο και τη μουσική της Ορθοδοξίας.
• Τον ανέβασα ---> ΕΔΩ
• Μόνο οι Εκκλησιαστικοί Ορθόδοξοι Ραδιοσταθμοί: ---> ΕΔΩ

Disclaimer: Στον player χρησιμοποίησα μόνο όσα δημόσια url μπόρεσα να βρω από: "Radio stream URL search engine". Αν κάποιος ραδιοσταθμός επιθυμεί να συμπεριληφθεί στη λίστα ας μου στείλει ένα μήνυμα. Εάν κάποιος ραδιοσταθμός ή εκπρόσωπός του δεν επιθυμεί να συμπεριλαμβάνεται στη λίστα για οποιονδήποτε λόγο, παρακαλώ ενημερώστε με και θα αφαιρεθεί άμεσα, έτσι κι αλλιώς η χρήση του player είναι καθαρά μη κερδοσκοπική. Email: andreasgon@freemail.gr

Εξάψαλμος

Εξάψαλμος

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. Δόξα... Καὶ νῦν ...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Τροπάρια
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα...
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν ... αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν... Θεοτοκίον
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Χορὸς· Κύριε, ἐλέησον. (γ')
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. (τρίς)
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. (δίς)
Ψαλμός γ'. (3)
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν.
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Ψαλμός λζ'. (37)
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Καὶ πάλιν.
Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Ψαλμός ξβ'. (62)
Ὁ Θεός ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν.
Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν...
Ψαλμός πζ'. (87)
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. Ἱνα τί, Κύριε, ἀπωθῇς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
Ψαλμός ρβ'. (102)
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ· εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν.
Ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Ψαλμός ρμβ'. (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός Σού εἰμι.
Καὶ πάλιν.
Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου. (δίς)
Εἶτα·
Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούια. Ἀλληλούια. Ἀλληλούια, Δόξα Σοι, ὁ Θεός. (τρίς)
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.


ο Ν Ψαλμός

50ος Ψαλμός

ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ... ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.


Νεκρώσιμα Ευλογητάρια

ΕΥΛΟΓΗΤΑΡΙΑ

Ἦχος πλ. α'
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας, τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας... εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν (τὴν δούλην) σου, καὶ κατάταξον αὐτόν (αὐτήν) ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τὸν κεκοιμημένον δοῦλόν (τὴν κεκοιμημένην δούλην) σου ἀνάπαυσον, παρορῶν αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐγκλήματα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νῦν...
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (γ’)
Ἦχος πλ. δ'
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.
Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.

Νέος Ισοκράτης με Φυσικές Φωνές

24/11/2025, Νέος Ισοκράτης με Φυσικές Φωνές
Με χαρά σας παρουσιάζω το ανανεωμένο έργο μου, Ισοκράτης με Φυσικές Φωνές,
το οποίο δημιούργησα χρησιμοποιώντας τη δική μου φωνή.
Την ηχογραφησα κάποια στιγμή με το κινητό μου, έκανα όλη την επεξεργασία στο Audacity και τις φωνές τις μετέτρεψα σε loops.
Την αρχική έκδοση μπορείτε να τη δείτε εδώ: Ισοκράτης Online
Σήμερα, με μεγάλη χαρά, σας ανακοινώνω την **νέα, ανανεωμένη έκδοση**, έτοιμη να τη δοκιμάσετε και να την ακούσετε στον browser σας!
Δείτε και ακούστε τον νέο Ισοκράτη:

Ισοκράτης
Φωνή: Ανδρέας

Πανήγυρις Συλλήψεως Αγίας Άννης 2025

Ηράκλειο, 09-12-2025

Με ιδιαίτερη λαμπρότητα και κατάνυξη εορτάσθηκε σήμερα ἡ Σύλληψις της Θεοπρομήτορος Ἄννης, μητρός της Ὑπεραγίας Θεοτόκου, στον ομώνυμο Ἱερό Ναό τῆς Ἁγίας Ἄννης.

Χρόνια πολλά!

Αγία Άννα, Ηράκλειο Κρήτης, 09-12-2025

Πανηγύρι Αγ Άννης, 09-12-2025

Μετρονόμος με Tap Tempo, 2025

Ιδανικό για χρήση σε PC ή Laptop.

Νέα Εφαρμογή, 2025 (by AndreasGon)

Είναι ένα απλό και πρακτικό εργαλείο για μουσικούς και τραγουδιστές.

Με το **Tap Tempo** μπορείτε να χτυπήσετε ρυθμικά στην οθόνη το "Tap" ή το space bar στο PC και να υπολογίσετε τον **πραγματικό ρυθμό (BPM)** ενός κομματιού ή μιας εκτέλεσης.

Η οθόνη εμφανίζει:
* το **τελευταίο tap (last tap)**,
* τον **μέσο όρο ρυθμού (avg bpm)**,
* και ένα **μικρό “λαμπάκι”** που αναβοσβήνει στο ρυθμό του BPM που έχει υπολογιστεί.

Επιπλέον, μπορείτε να πληκτρολογήσετε **χειροκίνητα έναν ρυθμό (BPM)** και να πατήσετε το **Start**, ώστε το λαμπάκι να αρχίσει να αναβοσβήνει και να ακούγεται ένα **“click”** στο ρυθμό λειτουργώντας έτσι και σαν **ψηφιακός μετρονόμος**.

Με το **Reset**, σταματούν όλα και ο μετρονόμος επανέρχεται σε αναμονή.

🎧 Ιδανικό για χρήση σε PC ή Laptop:
* Εξάσκηση ρυθμού και tempo
* Προετοιμασία για πρόβες ή ηχογραφήσεις
* Φωνητική και ρυθμική μελέτη
* Εκπαιδευτική χρήση σε μαθήματα μουσικής

Έχει ανέβει → ΕΔΩ

Καλή μελέτη!

Ψηφιακό Αγιολόγιο: Άγιοι και Εορτές με Ακολουθίες.

Στον παρακάτω σύνδεσμο συγκεντρώνω για κάθε ημέρα του εκκλησιαστικού έτους τα ονόματα των Αγίων και των Εορτών, μαζί με τα απολυτίκια τους και συνδέσμους προς τις αντίστοιχες ακολουθίες.
 
Το υλικό καλύπτει όλους τους μήνες και ενημερώνεται διαρκώς με προσθήκες νεομαρτύρων, τοπικών εορτών και λιγότερο γνωστών Αγίων, ώστε να αποτελεί όσο το δυνατόν πληρέστερη πηγή αναφοράς.

Ο στόχος είναι να υπάρχει ένα εύχρηστο εργαλείο για γρήγορη αναζήτηση κατά ημέρα ή κατά όνομα Αγίου, για προσωπική μελέτη, προσευχή ή προετοιμασία για ακολουθίες.

Πώς χρησιμοποιείται η αναζήτηση.
Στο επάνω μέρος υπάρχει πεδίο αναζήτησης· αρκεί να πληκτρολογήσετε το όνομα του Αγίου (ολόκληρο ή τα πρώτα γράμματα) και η λίστα εμφανίζεται αυτόματα. 
Η αναζήτηση λειτουργεί και χωρίς τόνους και πνεύματα, ώστε να βρίσκετε εύκολα αυτό που αναζητάτε.

Παράκληση προς τους αναγνώστες.
Επειδή το αρχείο είναι μεγάλο και βρίσκεται σε συνεχή εμπλουτισμό, αν εντοπίσετε κάποια παράλειψη, τοπική εορτή, νεομάρτυρα ή διαφορετική διατύπωση απολυτίκιου, παρακαλώ ενημερώστε με στα σχόλια για να γίνει η σχετική προσθήκη ή διόρθωση.

Σκοπός του εγχειρήματος είναι να διαμορφωθεί με τη βοήθεια όλων μία όσο γίνεται πληρέστερη ψηφιακή συλλογή Αγιολογίου και Ακολουθιών, προσβάσιμη σε κάθε ενδιαφερόμενο.

Έχει ανέβει → ΕΔΩ
επίσης,
Έχει ανέβει → ΕΔΩ

Καλή δύναμη και κάθε ευλογία!

Ισοκράτης με Κλίμακες της Μουσικής Επιτροπής του 1881

Περιγραφή Προγράμματος:
Ο Ισοκράτης είναι ένα διαδραστικό Online εργαλείο για την εξάσκηση της Βυζαντινής μουσικής. 

Αναπαράγει φθόγγους από τέσσερις κλίμακες της Βυζαντινής μουσικής, με βάση τις συγκερασμένες κλίμακες της Μουσικής Επιτροπής του Οικ. Πατριαρχείου του 1881.

Κύρια Χαρακτηριστικά:
1. Τέσσερις Κλίμακες:
   Διατονική
   Μαλακή Χρωματική
   Σκληρή Χρωματική
   Εναρμόνια

2. Πλήκτρα φθόγγων:
   Από Νη4 έως Γα5 (11 πλήκτρα)
   Όταν πατηθεί ένα πλήκτρο, ανάβει κόκκινο και ο φθόγγος παίζει συνεχόμενα.
   Πατώντας το ίδιο πλήκτρο ξανά ή άλλο πλήκτρο, σταματάει ο προηγούμενος ήχος με fade in/out.

3. Ήχος Ισοκράτη:
   Oscillator → διπλός, με πλούσιο και γεμάτο ήχο.
   Master gain → 0.2.

4. Οπτική ένδειξη ενεργής κλίμακας:
   Το κουμπί της ενεργής κλίμακας εμφανίζεται μπλε ("active") για να φαίνεται ποια κλίμακα είναι ενεργή.
   Η προεπιλεγμένη κλίμακα κατά το άνοιγμα της σελίδας είναι η Διατονική.

Οδηγίες Χρήσης:
1. Επιλογή Κλίμακας:
   Πατήστε ένα από τα κουμπιά κλίμακας στην κορυφή (Διατονική, Μαλακή Χρωματική, Σκληρή Χρωματική, Εναρμόνια).
   Το ενεργό κουμπί θα γίνει μπλε για να δείχνει ποια κλίμακα παίζει.

2. Αναπαραγωγή Φθόγγων:
   Πατήστε ένα πλήκτρο φθόγγου (π.χ. Νη, Πα, Βου κ.λπ.).
   Το πλήκτρο ανάβει κόκκινο και ακούγεται ο φθόγγος.
   Πατώντας άλλο πλήκτρο, η προηγούμενη νότα σταματά και παίζει η νέα.
   Πατώντας ξανά το ίδιο πλήκτρο, η νότα σταματά.

3. Διακοπή Ήχου:
   Πατήστε ξανά το ενεργό πλήκτρο ή επιλέξτε άλλο φθόγγο για να σταματήσει ο προηγούμενος ήχος.

Σημειώσεις για το Χρήστη:
Το πρόγραμμα υποστηρίζεται σε σύγχρονους browsers (Chrome, Firefox, Edge).
Ο ήχος παράγεται μέσω Web Audio API και ίσως ο browser ζητήσει άδεια για τον ήχο.

Οι συχνότητες (αν θέλουμε) των φθόγγων μπορούν να προσαρμοστούν ανάλογα με τις προσωπικές μας ανάγκες ή με βάση τις ακριβείς συχνότητες των κλιμάκων του Οικουμενικού Πατριαρχείου.

Το interface παραμένει σταθερό ανεξάρτητα από την κλίμακα για καλύτερη αναγνωσιμότητα και εκπαίδευση.

Τον ανέβασα → ΕΔΩ
επίσης,
Τον ανέβασα → ΕΔΩ

Τις συχνότητες τις πήρα από → ΕΔΩ

Online Ψηφιακός Ισοκράτης

Online Ψηφιακός Ισοκράτης 2
by andreasgon

0
Online Ψηφιακός Ισοκράτης 2 
*by andreasgon*

Τον ανέβασα και ΕΔΩ

Πανήγυρις Συλλήψεως Αγίας Άννης 2024

Ηράκλειο, 09-12-2024

Με ιδιαίτερη λαμπρότητα και κατάνυξη εορτάσθηκε σήμερα ἡ Σύλληψις της Θεοπρομήτορος Ἄννης, μητρός της Ὑπεραγίας Θεοτόκου, στον ομώνυμο Ἱερό Ναό τῆς Ἁγίας Ἄννης.

Κατά τὴν παραμονὴ τῆς ἑορτῆς τελέσθηκε Πανηγυρικὸς Ἀρχιερατικὸς Ἑσπερινός, στὸν ὁποῖο χοροστάτησε ὁ Σεβασμιώτατος Μητροπολίτης Σελευκείας κ.κ Θεόδωρος, με τη συμμετοχὴ πλήθους ἱερέων, προεξάρχοντος τοῦ Πανοσιολογιωτάτου Αρχιμανδρίτου Χρυσοστόμου Νικάκη.

Τὴν κυριώνυμο ἡμέρα τελέσθηκε Αρχιερατική Θεία Λειτουργία ιερουργούντος του Σεβασμιώτατου Μητροπολίτου Σελευκείας, με συλλειτουργούς πρεσβυτέρους, ἕνα διάκονο καὶ τὸν ἐφημέριο τοῦ ναοῦ.

Συμπροσευχήθηκε καὶ μᾶς τίμησε με τὴν παρουσία του ὁ Ἀρχιεπίσκοπος Κρήτης κ.κ Εὐγένιος, καθώς καὶ πολὺ μεγάλο πλήθος πιστών.

Χρόνια πολλά!

Ο Επίσκοπος Θεόδρος στην Αγία Άννα, Ηράκλειο Κρήτης, 09-12-2024

Πανηγύρι Αγ Άννης, 09-12-2024

Πανηγύρι Αγ Άννης2, 09-12-2024

ΚΑΝΟΝΑΣ ΠΑΝΥΧΙΣ ΠΑΣΧΑ ΚΑΙ ΑΙΝΟΙ

Από την Αναστάσιμη ακολουθία στην Αγία Άννα Ηρακλείου, 05-05-2024 


Audio Player by AndreasGon
Υμνοι απ την Αναστάσιμη ακολουθία
Αγία Άννα