ΑΠΟΣΤΟΛΟΣ 05 ΙΑΝΟΥΑΡΙΟΥ 2018

ΠΑΡΑΜΟΝΗ ΤΩΝ ΦΩΤΩΝ
Ἀπόστολος. Προκείμενον. Ἦχος γ'.
Κύριος φωτισμός μου καὶ Σωτήρ μου.
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.
Πρὸς Κορινθίους Α' Ἐπιστολῆς Παύλου.
δελφοί, ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω, τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, τοῖς ἀνόμοις ὡς ἄνομος (μὴ ὢν ἄνομος Θεῷ, ἀλλ' ἔννομος Χριστῷ), ἵνα κερδήσω ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω, τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. Τοῦτο δὲ ποιῶ διὰ τὸ Εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, οὐκ οἴδατε ὅτι οἱ ἐν τῷ σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον. Οὕτω τρέχετε, ἵνα καταλάβητε. Πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν, ὑμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Ἀλλ' ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.
λληλούϊα. Ἦχος γ'.
Στίχ. ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Στίχ. ραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Εὐαγγέλιον κατὰ Λουκᾶν.
ν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑ τοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν ποιήσωμεν; ἀποκριθεὶς δὲ λέγει αὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον πρὸς αὐτόν· Διδάσκαλε, τί ποιήσωμεν; ὁ δὲ εἶπε πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· Καὶ ἡμεῖς τί ποιήσωμεν; καὶ εἶπε πρὸς αὐτούς· Μηδένα συκοφαντήσητε μηδὲ διασείσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, ἀπεκρίνατο ὁ Ἰωάννης ἄπασι λέγων· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

DOWNLOAD PDF HERE!

ΑΠΟΣΤΟΛΟΣ-ΕΥΑΓΓΕΛΙΟΝ 02-01-2018

02 ΙΑΝΟΥΑΡΙΟΥ 2018 
ΠΡΟΕΟΡΤΙΑ ΤΩΝ ΦΩΤΩΝ
Ἀπόστολος τοῦ Ἁγίου.
Προκείμενον.  Ἦχος βαρύς.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. 
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων;
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
δελφοί, οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ ᾽Ααρών. οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὦν υἱός, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν· καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. 
λληλούϊα. (γ’) 
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις ἦν ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·  οὗτος ἦλθε πρὸς τὸν Ἰησοῦν νυκτὸς καὶ εἶπεν αὐτῷ· Ραββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; ἀπεκρίθη Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.  τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι.  μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.  τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.  ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· Πῶς δύναται ταῦτα γενέσθαι;  ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.  εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;  καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὤν ἐν τῷ οὐρανῷ.  καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,  ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.

DOWNLOAD PDF HERE!


Τη 06η ΙΑΝΟΥΑΡΙΟΥ ΘΕΟΦΑΝΕΙΩΝ

Μουσικός Πανδέκτης Ζωής ε' τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

ΚΑΤΑΒΑΣΙΕΣ ΔΙΠΛΕΣ ΘΕΟΦΑΝΕΙΩΝ
Μουσικός Πανδέκτης Ζωής Γ' τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

ΤΗ 12η ΙΑΝΟΥΑΡΙΟΥ ΤΑΤΙΑΝΗΣ

Μουσικός Πανδέκτης Ζωής ε' τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

ΤΗ 11η ΙΑΝΟΥΑΡΙΟΥ ΑΓ ΘΕΟΔΟΣΙΟΥ

ΘΕΟΔΟΣΙΟΥ ΤΟΥ ΚΟΙΝΟΒΙΑΡΧΟΥ
Μουσικός Πανδέκτης Ζωής ε' τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

ΤΗ 10η ΙΑΝΟΥΑΡΙΟΥ ΑΓ ΓΡΗΓΟΡΙΟΥ

ΔΟΞΑΣΤΙΚΑ ΕΣΠΕΡΙΝΟΥ
Μουσικός Πανδέκτης Ζωής ε' τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

ΤΗ 09η ΙΑΝΟΥΑΡΙΟΥ ΑΓ ΠΟΛΥΕΥΚΤΟΥ

ΔΟΞΑ ΕΣΠΕΡΙΝΟΥ
Μουσικός Πανδέκτης Ζωής ε' τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

31-12-2017 ΚΥΡΙΑΚΗ ΔΟΞΑΣΤΙΚΑ

ΔΟΞΑ ΕΣΠΕΡΙΝΟΥ ΚΑΙ ΑΙΝΩΝ
Δοξαστάριον Πέτρου Σύντομον.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

ΤΗ Γ' ΙΑΝΟΥΑΡΙΟΥ ΠΡΟΕΟΡΤΙΑ

ΤΗ Γ' ΙΑΝΟΥΑΡΙΟΥ ΠΡΟΕΟΡΤΙΑ ΤΩΝ ΦΩΤΩΝ
Μουσικός Πανδέκτης Ζωής.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

ΑΡΓΕΣ ΚΑΤΑΒΑΣΙΕΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

ΑΡΓΕΣ ΚΑΤΑΒΑΣΙΕΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ Θ ΩΔΕΣ
Μυστήριον ξένον, καὶ Στέργειν μὲν ἡμᾶς.
Ειρμολόγιον Ιωάννου.
Ψηφιοποίηση andreasgon.

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD HERE!
____________________________

ΑΠΟΣΤΟΛΟΣ 31ης ΔΕΚΕΜΒΡΙΟΥ

ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΟΝ 31ης ΔΕΚΕΜΒΡΙΟΥ
Ηχος πλ. α’. ῾Εωθινόν Η’

Ἀπόστολος.
ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ
Προκείμενον, ἦχος πλ.β’. 
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Στίχ. Πρὸς σέ, Κύριε,κεκράξομαι ὁ Θεὸς μου. 
Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. 
Tέκνον Τιμόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Ἦχος δ’. 
λληλούϊα. (γ’) 
Στίχ. Ὁ  Θεός οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς.
Στίχ. Ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.

Εὐαγγέλιον. 
ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ
Εὐαγγέλιον κατὰ Μάρκον.
ρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ υἱοῦ τοῦ Θεοῦ.  Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·  φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,  ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.  καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.  ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.  καὶ ἐκήρυσσε λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.  ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ.  

DOWNLOAD PDF HERE!

ΑΠΟΣΤΟΛΟΣ 30ης ΔΕΚΕΜΒΡΙΟΥ

ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΟΝ 30ης ΔΕΚΕΜΒΡΙΟΥ
τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας.

Ἀπόστολος.
ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ 
Προκείμενον. Ἦχος δ’. 
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε. 
Πρὸς Τιμόθεον Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Τέκνον Τιμόθεε, δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ ᾿Ιησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.

ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ ὂχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας΄ καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ᾽Ησαΐου τοῦ προφήτου λέγοντος΄᾽Ιδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα΄ ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει΄ ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. Καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

DOWNLOAD PDF HERE!


ΑΠΟΣΤΟΛΟΣ 29ης ΔΕΚΕΜΒΡΙΟΥ

ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΟΝ 29ης ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Νηπίων.

Ἀπόστολος.
ΠΕΜΠΤΗ Λ’ ΕΒΔΟΜΑΔΟΣ
Προκείμενον. Ἦχος πλ. δ΄. 
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. 
Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ. 
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, μὴ ἀποβάλητε τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. ῎Εστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι. Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται. Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ Θεῷ, χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾽ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. 

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
ναχωρησάντων τῶν Μάγων, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ' ὄναρ τῷ Ἰωσήφ, λέγων΄ Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι΄ μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό.
Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. 
Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.
Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος΄ 
Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων, 
Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ.
Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν΄ χρηματισθεὶς δὲ κατ' ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 
Καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

DOWNLOAD PDF HERE!


ΑΠΟΣΤΟΛΟΣ ΑΓ ΣΤΕΦΑΝΟΥ

ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΟΝ ΑΓ ΣΤΕΦΑΝΟΥ 
(27-12-2017)

Ἀπόστολος.
Τοῦ Πρωτομάρτυρος· Προκείμενον ἦχος δ’.  
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. 
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
ν ταῖς ἡμεραῖς ἐκείναις, Στέφανος πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ͵ καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς͵ καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον͵ ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας͵ Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπε δὲ ὁ ἀρχιερεύς· Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ᾿Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν, καὶ εἶπε πρὸς αὐτόν· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω». Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα»; Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ῾Αγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. ᾿Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν. Ὑπάρχων δὲ πλήρης Πνεύματος ῾Αγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ ᾿Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. Κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε ᾿Ιησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. 

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον. 
Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην·῎Ανθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων, ᾽Εντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ ᾽Ιησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

DOWNLOAD PDF HERE!


ΧΡΟΝΙΑ ΠΟΛΛΑ

Ευχές πολλές σας εύχομαι για τον καινούργιο χρόνο
αγάπη υγεία και χαρά να κυνηγάμε μόνο.
(Ανδρέας Γωνιωτάκης)




















ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΟΝ ΠΕΡΙΤΟΜΗΣ

᾽Απόστολος. Τῆς ἡμέρας·
Προκείμενον, ἦχος α’.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.
λληλούϊα. (γ’)   

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς ᾽Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ᾽ Ιησοῦς ὁ παῖς ἐν ᾽Ιερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς, καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀναζητοῦντες αὐτόν. Καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ, Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπεν πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ᾽ Ιησοῦς προέκοπτεν [ἐν τῇ] σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

DOWNLOAD PDF HERE!

ΑΠΟΣΤΟΛΟΣ 26ης ΔΕΚΕΜΒΡΙΟΥ

ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΟΝ της 26ης ΔΕΚΕΜΒΡΙΟΥ
ΣΥΝΑΞΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Προκείμενον, ἦχος δ’.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ.Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
δελφοί, γνωρίζω ὑμῖν, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως ᾽Ιησοῦ Χριστοῦ. ᾽Ηκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ᾽Ιουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾽Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς ῾Ιεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς ᾽Αραβίαν, καὶ πάλιν ἐπέστρεψα εἰς Δαμασκόν. ῎Επειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς ῾Ιεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ ᾽Ιάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. 
λληλούϊα. (γ’)

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον.
ναχωρησάντων τῶν Μάγων, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ' ὄναρ τῷ Ἰωσήφ, λέγων΄ Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι΄ μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό.
Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. 
Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
Τότε Ἡρώδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.
Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος΄ 
Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων΄ 
Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ.
Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν΄ χρηματισθεὶς δὲ κατ' ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας΄ 
Καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν Προφητῶν· ὅτι Ναζωραῖος κληθήσεται.

DOWNLOAD PDF HERE!

ΑΠΟΣΤΟΛΟΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

Τῆς ῾Εορτῆς·
Προκείμενον, ἦχος πλ.δ’.
Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.
Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος ἀλλ’ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.
λληλούϊα. (γ’) 

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τοῦ ᾽Ιησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς ᾽Ιουδαίας ἐν ἡμέραις ῾Ηρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ῾Ιεροσόλυμα λέγοντες΄ Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ᾽Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ ὁ βασιλεὺς ῾Ηρώδης ἐταράχθη καὶ πᾶσα ῾Ιεροσόλυμα μετ᾽ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ, ᾽Εν Βηθλεὲμ τῆς ᾽Ιουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· Καὶ σύ, Βηθλεὲμ γῆ ᾽Ιούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ᾽Ιούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾽Ισραήλ. Τότε ῾Ηρώδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν΄ καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εὗρον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς ῾Ηρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. 

ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ 24-12-2017

ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΟΝ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
Ηχος δ'. – ῾Εωθινόν Ζ’.
Ἀπόστολος.
Προκείμενον.  Ἦχος δ’.  Ὕμνος Τριῶν Παίδων.
Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Στίχ. τι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος, περὶ Γεδεὼν, Βαράκ τε, καὶ Σαμψών, καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουήλ, καὶ τῶν Προφητῶν΄ Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων΄ ἔλαβον γυναῖκες ἐξ  ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν΄ ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς΄ ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον΄ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, (ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος) ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.
λληλούϊα. (γ’)

Εὐαγγέλιον.
Κυριακῆς πρό τῆς Χριστοῦ Γεννήσεως. 
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Βίβλος γενέσεως ᾽Ιησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ υἱοῦ ᾽Αβραάμ. ᾽Αβραὰμ ἐγέννησεν τὸν ᾽Ισαάκ, ᾽Ισαὰκ δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ, ᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,᾽Ιούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησεν τὸν ᾽Αράμ,᾽Αρὰμ δὲ ἐγέννησεν τὸν ᾽Αμιναδάβ, ᾽Αμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν ᾽Ιωβὴδ ἐκ τῆς ῾Ρούθ, ᾽Ιωβὴδ δὲ ἐγέννησεν τὸν ᾽Ιεσσαί,᾽Ιεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυΐδ τὸν βασιλέα. Δαυΐδ δὲ ὁ βασιλεὺς ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησεν τὸν ῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησεν τὸν ᾽Αβιά, ᾽Αβιὰ δὲ ἐγέννησεν τὸν ᾽Ασά,᾽Ασὰ δὲ ἐγέννησεν τὸν ᾽Ιωσαφάτ, ᾽Ιωσαφὰτ δὲ ἐγέννησεν τὸν ᾽Ιωράμ, ᾽Ιωρὰμ δὲ ἐγέννησεν τὸν ᾽Οζίαν,᾽Οζίας δὲ ἐγέννησεν τὸν ᾽Ιωάθαμ, ᾽Ιωάθαμ δὲ ἐγέννησεν τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησεν τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν ᾽Αμών, ᾽Αμὼν δὲ ἐγέννησεν τὸν ᾽Ιωσίαν,᾽Ιωσίας δὲ ἐγέννησεν τὸν ᾽Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾽Ιεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ,Ζοροβάβελ δὲ ἐγέννησεν τὸν ᾽Αβιούδ, ᾽Αβιοὺδ δὲ ἐγέννησεν τὸν ᾽Ελιακείμ, ᾽Ελιακεὶμ δὲ ἐγέννησεν τὸν ᾽Αζώρ,᾽Αζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν ᾽Αχείμ, ᾽Αχεὶμ δὲ ἐγέννησεν τὸν ᾽Ελιούδ,᾽Ελιοὺδ δὲ ἐγέννησεν τὸν ᾽Ελεάζαρ, ᾽Ελεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ,᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾽Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾽Αβραὰμ ἕως Δαυΐδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυΐδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ ᾽Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ  τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾽Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. ᾽Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων΄ ᾽Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου΄ τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν΄ αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος΄᾽Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ᾽Εμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ Θεός. Ἐγερθεὶς δὲ ὁ ᾽Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ· καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.

DOWNLOAD PDF HERE!

ΤΗ Β' ΙΑΝΟΥΑΡΙΟΥ ΠΡΟΕΟΡΤΙΑ

Μουσικός Πανδέκτης Ζωής.
Ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD HERE!
____________________________

ΤΗ 17η ΙΑΝΟΥΑΡΙΟΥ ΑΝΤΩΝΙΟΥ

ΤΗ 17η ΙΑΝΟΥΑΡΙΟΥ ΑΝΤΩΝΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
Σύντομον Δοξαστάριον Πέτρου, τόμος Α'.
Δακτυλογράφηση Σ. & Α. Γενεκίδου, 
Χ. Τσακίρογλου και Χ. Τσερκέζη.

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD HERE!
____________________________
Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD HERE!
____________________________

ΤΗ 7η ΙΑΝΟΥΑΡΙΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

ΤΗ 7η ΙΑΝΟΥΑΡΙΟΥ Η ΣΥΝΑΞΙΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ
Σύντομον Δοξαστάριον Πέτρου, τόμος Α'.
Δακτυλογράφηση Σ. & Α. Γενεκίδου, 
Χ. Τσακίρογλου και Χ. Τσερκέζη.

Για χρήση σε tablet από εδώ:
____________________________
____________________________

Τη Στ' Ιανουαρίου Πέτρου Λαμπαδαρίου

Σύντομον Δοξαστάριον Πέτρου, τόμος Α'.
πηγές: Δες "Μηναίον"

Για εκτύπωση από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________
Για χρήση σε tablet από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________

Τη Ε' Ιανουαρίου Πέτρου Λαμπαδαρίου

Σύντομον Δοξαστάριον Πέτρου, τόμος Α'.
Πηγές: Δες ετικέτα "Μηναίον".

Για εκτύπωση από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________
Για χρήση σε tablet από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________

Τη Α' Ιανουαρίου Πέτρου Λαμπαδαρίου

Σύντομον Δοξαστάριον Πέτρου, τόμος Α'. Αντιγραφέν εκ της πρώτης εκδόσεως Πέτρου του Εφεσίου (1820) υπό των Σ. & Α. Γενεκίδου, Χ. Τσακίρογλου και Χ. Τσερκέζη.

Για εκτύπωση από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________
Για χρήση σε tablet από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________

27 ΔΕΚΕΜΒΡΙΟΥ ΑΓ ΣΤΕΦΑΝΟΥ

Η ακολουθία μουσικά του Αγ. Στεφάνου.
Δοξαστάριον Πέτρου, Σύντομον.

Για χρήση σε tablet, από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________


ΑΚΟΛΟΥΘΙΕΣ ΙΑΝΟΥΑΡΙΟΥ ΜΟΥΣΙΚΑ 2018

Η ακολουθίες μουσικά για τον μήνα 
Ιανουάριο του 2018.
Βασίλης Κιαμηλίδης.

01-01-2018 Εσπερινός
01-01-2018 Όρθρος Θεία Λειτουργία και Δοξολογία 
05-01-2018-Όρθρος-προεόρτιος
05-01-2018-Μεγάλες-Ώρες-των-Θεοφανείων
05-01-2018 Μέγας Εσπερινός μετά Θ.Λ. Μ. Βασιλείου και Μ. Αγιασμό
06-01-2018 Όρθρος Εορτής μετά του Μ. Αγιασμού
07-01-2018 Εσπερινός Κυριακής Ιωάννου και Προδρόμου του Βαπτιστού Ήχος πλ. β
07-01-2018 Όρθρος Κυριακής Ιωάννου και Προδρόμου του Βαπτιστού Ήχος πλ. β Εωθ. θ΄
14-01-2018 Εσπερινός Κυρ. μετά τα Φώτα Ήχος Βαρὺς Εωθ. ι'.
14-01-2018 Όρθρος Κυρ. μετά τα Φώτα Ήχος Βαρὺς Εωθ. ι'.
17-01-2018-Εσπερινός-Αγίου-Αντωνίου-του-Μεγάλου
17-01-2018 Όρθρος  Αγίου Αντωνίου του Μεγάλου
18-01-2018 Εσπερινός Αγίων Αθανασίου και Κυρρίλου
18-01-2018 Όρθρος Αγίων Αθανασίου και Κυρρίλου
20-01-2015 Όρθρος Αγίου Ευθυμίου του Μεγάλου
21-01-2017 Εσπερινός Αγίου Ευγενίου Τραπεζούντος
21-01-2017 Όρθρος Αγίου Ευγενίου Τραπεζούντος
21-01-2018 Εσπερινός ΙΕ Κυριακής Λουκά Ήχος πλ.δ'.
21-01-2018 Όρθρος Κυριακής ΙΕ ΛΟΥΚΑ Ήχος πλ. δ΄ Εωθ. ια'.
22-01-2015 Όρθος των Αγίων Τιιμοθέου Αναστασίου του Πέρσου
24-01-2017 Αρχιερατικός Εσπερινός Οσίας-Ξένης
24-01-2017 Αρχιερατικός Όρθρος Οσίας-Ξένης
25-01-2017 Εσπερινός Αγίου Γρηγορίου
25-01-2017 Όρθρος Αγίου Γρηγορίου
27-01-2017 Όρθρος Αγίου Ιωάννου του Χρυσοστόμου
28-01-2018 Εσπερινός Κυριακής του Τελώνου και Φαρισαίου Ήχος α'.
28-01-2018 Όρθρος Κυριακής του Τελώνου και Φαρισαίου Ήχος α'.
30-01-2018 Εσπερινός Τριών Ιεραρχών
30-01-2018 Όρθρος Τριών Ιεραρχών

ΑΚΟΛΟΥΘΙΕΣ 27-31 ΔΕΚ 2017 ΚΙΑΜΗΛΙΔΗΣ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΧΡΙΣΤΟΥΓΕΝΝΑ

Η ακολουθία μουσικά της Κυριακής 26-31 
Δεκεμβρίου μετά την Χριστού γέννηση.
Πηγές:
Δοξαστάριον Πέτρου, Σύντομον.

Για εκτύπωση από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________
Για χρήση σε tablet από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ 12 ΗΜΕΡΟΥ

ΠΡΟΓΡΑΜΜΑ ΑΚΟΛΟΥΘΙΩΝ 12ΗΜΕΡΟΥ 2017


ΕΝΟΡΙΑ ΑΓΙΑΣ ΑΝΝΗΣ ΗΡΑΚΛΕΙΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ

ΠΕΜΤΗ 21-12-2017
05:ΟΟ μμ Μ ΕΣΠΕΡΙΝΟΣ

ΠΑΡΑΣΚΕΥΗ 22-12-2017
07:15 πμ  Ο ΟΡΘΡΟΣ ΚΑΙ ΟΙ Μ ΒΑΣΙΛΙΚΕΣ ΩΡΕΣ

ΣΑΒΒΑΤΟ 23-12-2017
07:15 πμ ΟΡΘΡΟΣ – Θ. ΛΕΙΤΟΥΡΓΙΑ
05:00 μμ Μ ΕΣΠΕΡΙΝΟΣ

ΚΥΡΙΑΚΗ 24-12-2017
07:15 πμ ΟΡΘΡΟΣ – Θ. ΛΕΙΤΟΥΡΓΙΑ
05:00 μμ Μ ΕΣΠΕΡΙΝΟΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ
10:00 μμ ΟΡΘΡΟΣ – Θ. ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

ΤΡΙΤΗ 26-12-2017
07:15 πμ ΟΡΘΡΟΣ – Θ. ΛΕΙΤΟΥΡΓΙΑ

ΣΑΒΒΑΤΩ 30-12-2017
05:00 μμ Μ ΕΣΠΕΡΙΝΟΣ

ΚΥΡΙΑΚΗ 31-12-2017
07:15 πμ ΟΡΘΡΟΣ – Θ. ΛΕΙΤΟΥΡΓΙΑ

ΔΕΥΤΕΡΑ 01-01-2018
7:30 πμ ΟΡΘΡΟΣ – Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ ΒΑΣΙΛΕΙΟΥ

ΠΕΜΠΤΗ 04-01-2018
05:00 μμ Μ ΕΣΠΕΡΙΝΟΣ

ΠΑΡΑΣΚΕΥΗ 05-01-2018
06:30 πμ ΟΡΘΡΟΣ – ΒΑΣΙΛΙΚΕΣ ΩΡΕΣ – Μ ΕΣΠΕΡΙΝΟΣ
ΚΑΙ Η Θ. ΛΕΙΤΟΥΡΓΙΑ Μ ΒΑΣΙΛΕΙΟΥ – Μ ΑΓΙΑΣΜΟΣ

ΣΑΒΒΑΤΩ 06-01-2018
07:15 πμ ΟΡΘΡΟΣ – Θ. ΛΕΙΤΟΥΡΓΙΑ – Μ ΑΓΙΑΣΜΟΣ
05:00 μμ Μ ΕΣΠΕΡΙΝΟΣ

ΚΥΡΙΑΚΗ 07-01-2018
07:15 πμ ΟΡΘΡΟΣ – Θ. ΛΕΙΤΟΥΡΓΙΑ


ΧΕΡΟΥΒΙΚΟΝ ΦΩΚΑΕΩΣ Γ ΗΧΟΣ

ΧΕΡΟΥΒΙΚΟΝ ΦΩΚΑΕΩΣ Γ ΗΧΟΣ
ΚΥΡΙΑΚΗ 17-12-2017
Ναός Αγίας Άννης, Ηράκλειο, Κρήτης.
Για να δείτε το βίντεο πιο μεγάλο πατήστε εδώ!
Για να κατεβάσετε το χερουβικόν σε PDF πατήστε εδώ!

ΑΚΟΛΟΥΘΙΕΣ 22-26 ΔΕΚ 2017 ΚΙΑΜΗΛΙΔΗΣ

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΔΟΞΑ ΑΙΝΩΝ

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ’ΛΟΥΚΑ
Τῶν Προπατόρων. ῏Ηχος γ´ – ῾Εωθινόν Ϛ´
Το δοξαστικό των αίνων, σύνθεσις Ε. Πλακιά.
Αγία Άννα, Ηράκλειο, Κρήτη.

Δόξα Πατρί... Ἦχος βαρὺς. Γερμανοῦ.
Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην΄ τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν΄ τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν΄ τῶν Προφητῶν τὰς προῤῥήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν΄ ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ΄ ὃ ἐστι μεθ' ἡμῶν ὁ Θεός.  

Για να δείτε το βίντεο μεγάλο (στην κανονική του μορφή) πατήστε εδώ!


Τυπικόν 22α Δεκεμβρίου 2017

Τυπικόν 22α Δεκεμβρίου 2017
Προεόρτια τῆς Χριστοῦ Γεννήσεως.
Τῆς Ἁγίας Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας
καί τῶν Ἁγίων Μαρτύρων Χρυσογόνου καί Θεοδότης.
Τά Θυρανοίξια τῆς τοῦ Θεοῦ Μεγάλης Ἐκκλησίας.

Επειδή πολλοί φίλοι ρωτάτε για το αν θα γίνει ή όχι 
Θ. Λειτουργία στην παραπάνω ημερομηνία σας παραπέμπω εδώ.


Βέβαια από όσο έχω πληροφορηθεί κάποιοι ναοί αφού πάρουν ευλογία από τον οικείο επίσκοπο τους θα λειτουργήσουν. Έτσι κι αλλιώς παραδοσιακά κάποιες ενορίες τις «Ώρες» τις λένε το απόγευμα και όχι το πρωΐ.

ΤΑ ΠΡΩΤΑ ΓΕΝΕΘΛΙΑ

ΕΝΑΣ ΜΗΝΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ!

Σήμερα, 16-12-2017 συμπληρώθηκε ο 1ος μήνας λειτουργίας του site.
Ένα μεγάλο ευχαριστώ σε όλους εσάς για την εμπιστοσύνη και τα καλά σας λόγια.
Τα στοιχεία μιλούν από μόνα τους!!!
(Δέστε και συνημμένη φωτό παρακάτω)

Post: 443

Επισκέψεις: 5054

Κατεβάσματα: 18774

Επισκεψιμότητα, κοινό:

Ελλάδα: 4300

Ηνωμένο Βασίλειο: 175

Κύπρος: 141

Ιρλανδία: 88

Ηνωμένες Πολιτείες: 77

Ολλανδία: 74

Γαλλία: 40

Γερμανία: 24

Καναδάς: 14

Βέλγιο: 11
Καθώς και άλλα πολλά κράτη με μικρότερο κοινό.

Όπως αναφέρω και στό info η προσπάθεια μου να ψηφιοποιήσω όλα τα κλασσικά βιβλία και όχι μόνο, συνεχίζεται αμείωτη.
Επίσης εύχομαι σε όλους καλές γιορτές και στους συνάδελφους ιεροψάλτες καλή δύναμη.
Ευχές σε όλους, Ανδρέας.



Θεοφανοῦς τῆς βασιλίσσης

16 ΔΕΚΕΜΒΡΙΟΥ 2017
Σήμερα, μέρος του εσπερινού (15-12-2017)
Τῆς Ἁγίας καὶ θαυματουργοῦ Θεοφανοῦς τῆς βασιλίσσης.

ΑΚΟΛΟΥΘΙΕΣ Β ΚΙΑΜΗΛΙΔΗ ΜΟΥΣΙΚΑ

Εδώ θα αναρτώνται από σήμερα οι ακολουθίες μουσικά από τον εκλεκτό φίλο και συνάδελφο μου ιεροψάλτη στον ιερό ναό Αγ Γεωργίου Κουλούρας Βέροιας, κ. Βασίλη Κιαμηλίδη.
Ο κ. Βασίλης γράφει με το πρόγραμμα "Μελωδός" του κ. Σάββα Παπαδόπουλου τις ακολουθίες.
Οι ακολουθίες του είναι βασικά (όπως αναφέρει και ο ίδιος) για τις προσωπικές του ανάγκες στο ψαλτήρι, στον ιερό ναό που διακονεί σαν ιεροψάλτης, και προσπαθεί να μιμηθεί τις κλασσικές γραμμές με κάποιες διαφοροποιήσεις (διασκευές) όπου θεωρεί απαραίτητο.
Εγώ προσωπικά έχω ψάλλει από τις δικές του φυλλάδες πολλές φορές (ειδικά στην Μεγάλη Εβδομάδα, που είναι πληρέστατη), αλλά χρειάζεται μια-δυο πρόβες πριν την εκτέλεση, για τους λόγους που προανέφερα.
Αφού τον ευχαριστήσω που μου επέτρεψε να κάνω post κι εδώ τις δικές του ακολουθίες, σας εύχομαι καλή μελέτη και σ' αυτόν μακροζωία, υγεία και συν Θεώ, κάθε ευτυχία.

Here in this section, will be hosted music by my good friend and fellow chanter at the holy temple of St. George Koulouras of Veria, Mr. Vassilis Kjamilidis.
Mr. Vasilis writes with the program "Melodos" by Savvas Papadopoulos the sequences.
His sequences are basically (as he mentions) for his personal needs in the psalter, at the holly temple he is chanting, and he tries to imitate the classic lines with some variations where he considers it's necessary.
I have personally chanted from his music scores many times (especially in the Holy Week, which is quite complete), but it takes a couple of rehearsals before chanting, for the reasons I mentioned above.
After I thank him for allowing me to post here his own sequences, I wish you a good study, and him longevity, health and bless God, every happiness.

1. ΚΥΡΙΑΚΗ 17-12-2017 ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ PDF

2. ΚΥΡΙΑΚΗ 17-12-2017 ΟΡΘΡΟΣ


ΣΥΝΑΞΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Η ακολουθία μουσικά της Σύναξις 
της Υπεραγίας Θεοτόκου τη 26 Δεκεμβρίου.
Πηγές:
Δοξαστάριον Πέτρου, Σύντομον.

Για εκτύπωση από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________
Για χρήση σε tablet από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________


ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΑΣΩΤΟΥ

Μέρος του Εσπερινού σε πλ. β, της Κυριακής 
του Ασώτου 28-02-2016 που έψαλλα με τον 
καλό φίλο και συνάδελφο ιεροψάλτη Νίκο Ρίζο.
Ναός Αγίας Άννης, Ηρακλείου.


ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΓΝΑΤΙΟΥ

Η ακολουθία μουσικά του Αγ. Ιερομάρτυρος 
Ιγνατίου τη 20 Δεκεμβρίου.
Πηγές:
Δοξαστάριον Πέτρου, Πλακιάς.

Για εκτύπωση από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________
Για χρήση σε tablet από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________


ΕΠΟΜΕΝΕΣ ΑΚΟΛΟΥΘΙΕΣ

ΑΚΟΛΟΥΘΙΕΣ ΕΒΔΟΜΑΔΟΣ 
στο ναό Αγίας Άννης Ηρακλείου

1. ΣΑΒΒΑΤΟ 16 ΔΕΚΕΜΒΡΙΟΥ 2017
Τῆς Ἁγίας καὶ θαυματουργοῦ Θεοφανοῦς τῆς βασιλίσσης.
_____________________________________

2. ΚΥΡΙΑΚΗ 17 ΔΕΚΕΜΒΡΙΟΥ 2017
ια’Λουκά. Τῶν Προπατόρων. ῏Ηχος γ'. Εωθινόν Ϛ'.
_____________________________________


ΕΝΗΜΕΡΩΣΗ

Μόλις ενημέρωσα πλήρως την κατηγορία "Μουσικό Τριώδιον ΟΦΕΛΠ"


ΟΡΘΡΟΣ ΤΗΣ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΙΩΝ

ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΙΩΝ

ΤΩ ΣΑΒΒΑΤΩ ΤΟΥ ΛΑΖΑΡΟΥ

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΟ ΤΩΝ ΒΑΙΩΝ

ΤΗ ΤΕΤΑΡΤΗ ΠΡΟ ΤΩΝ ΒΑΙΩΝ

ΤΗ ΚΥΡΙΑΚΗ Ε ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ

ΤΗ ΠΕΜΠΤΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΝΟΝΑ

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ

ΑΞΙΟΝ ΕΣΤΙΝ Γ ΗΧΟΣ Π ΒΥΖΑΝΤΙΟΥ

Για εκτύπωση από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________
Για χρήση σε tablet από εδώ:
________________________________________
DOWNLOAD HERE!
________________________________________



ΤΡΙΩΔΙΟΝ ΟΦΕΛΠ

Ενημερώθηκε σήμερα στην κατηγορία 
"Μουσικόν Τριώδιον" μέχρι την Κυριακή Δ των Νηστειών.


ΤΗ ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΤΡΙΩΔΙΟΝ ΟΦΕΛΠ
ΕΣΠΕΡΙΝΟΣ ΟΡΘΡΟΣ



ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Δ ΕΒΔΟΜΑΔΟΣ

ΤΡΙΩΔΙΟΝ ΟΦΕΛΠ
ΕΣΠΕΡΙΝΟΣ



ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Δ ΕΒΔΟΜΑΔΟΣ

ΤΡΙΩΔΙΟΝ ΟΦΕΛΠ
ΕΣΠΕΡΙΝΟΣ



ΤΗ ΚΥΡΙΑΚΗ ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ

ΤΡΙΩΔΙΟΝ ΟΦΕΛΠ
ΕΣΠΕΡΙΝΟΣ ΚΑΙ ΟΡΘΡΟΣ