ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ 04-02-2018

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ
Ἦχος β’.  Ἑωθινὸν Β’.
Απόστολος. Προκείμενον ἦχος β’.
σχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.
Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος. 
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει΄ πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. [Ἢ] οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ῎Εσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. Φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ. 
λληλούϊα. (γ’) 

Εὐαγγέλιον. 
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ῎Ανθρωπός τις εἶχεν δύο υἱούς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους·καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη, Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι. Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. Εἶπεν δὲ ὁ υἱὸς αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε καὶ φαγόντες εὐφρανθῶμεν,ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν,καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα. Ὁ δὲ εἶπεν αὐτῷ ὅτι ῾Ο ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ, ᾽Ιδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον. Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.

DOWNLOAD PDF HERE!

ΤΟ ΕΓΚΩΛΠΙΟΝ ΤΟΥ ΑΝΑΓΝΩΣΤΟΥ

Σκαναρισμένο, σε PDF.

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Τη 02α ΜΑΙΟΥ Μ ΑΘΑΝΑΣΙΟΥ

Η ΑΝΑΚΟΜΙΔΗ ΤΩΝ ΙΕΡΩΝ ΛΕΙΨΑΝΩΝ
Μουσικός Πανδέκτης Ζωής Ε τόμος
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για χρήση σε tablet:
DOWNLOAD PDF HERE!

Τη 30η ΑΠΡΙΛΙΟΥ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΙΑΚΩΒΟΥ

Μουσικός Πανδέκτης Ζωής Ε τόμος
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για χρήση σε tablet:
DOWNLOAD PDF HERE!

Τη 25η ΑΠΡΙΛΙΟΥ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΜΑΡΚΟΥ

Μουσικός Πανδέκτης Ζωής Ε τόμος
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για χρήση σε tablet:
DOWNLOAD PDF HERE!

Τη 23η ΑΠΡΙΛΙΟΥ ΑΓ ΓΕΩΡΓΙΟΥ

Μουσικός Πανδέκτης Ζωής Ε τόμος
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για χρήση σε tablet:
DOWNLOAD PDF HERE!

ΤΥΠΙΚΟΝ έτους 2018

Αποκλειστικά για χρήση στον υπολογιστή μας, 
ή στο tablet στο σπίτι για την προετοιμασία 
των ακολουθιών από τους ψάλτες.

ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΕΛΛΑΔΟΣ ΤΥΠΙΚΟΝ 2018
ΠΗΓΗ: http://bit.ly/2DIAFTp
DOWNLOAD PDF HERE!

ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΚΥΠΡΟΥ ΤΥΠΙΚΟΝ 2018
ΠΗΓΗ: http://bit.ly/2CyPfh5
ΙΑΝΟΥΑΡΙΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΣ
ΜΑΡΤΙΟΣ

ΟΙΚΟΥΜΕΝΙΚΟ ΠΑΤΡΙΑΡΧΕΙΟ
Σωτήριον ἔτος 2018
Τυπικὸν τῆς Μεγάλης τοῦ Χριστοῦ ᾽Εκκλησίας.

Για σχόλια, παρατηρήσεις κτλ. για κάθε ενδιαφερόμενο: andreasgon@freemail.gr


Τη 01η ΑΠΡΙΛΙΟΥ ΟΣΙΑΣ ΜΑΡΙΑΣ ΑΙΓΥΠΤΙΑΣ

Μουσικός Πανδέκτης Ζωής Ε τόμος
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για χρήση σε tablet:
DOWNLOAD PDF HERE!

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ ΔΟΞΑ ΑΙΝΩΝ σε ΠΕΝΤΑΓΡΑΜΜΟ

ΤΡΙΩΔΙΟΝ ΟΦΕΛΠ
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για εκτύπωση της παρτιτούρας:
DOWNLOAD PDF HERE!

Κατεβάστε το βίντεο mp4 εδώ:
ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ ΔΟΞΑ ΑΙΝΩΝ KARAOKE

Τη 25η ΜΑΡΤΙΟΥ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ

Μουσικός Πανδέκτης Ζωής Ε τόμος
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για χρήση σε tablet:
DOWNLOAD PDF HERE!

Τη 24η ΜΑΡΤΙΟΥ ΠΡΟΕΟΡΤΙΑ ΕΥΑΓΓΕΛΙΣΜΟΥ

Μουσικός Πανδέκτης Ζωής Ε τόμος
ψηφιοποίηση andreasgon
Καλό Τριώδιο!

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για χρήση σε tablet:
DOWNLOAD PDF HERE!

ΑΠΟΣΤΟΛΟΣ ΥΠΑΠΑΝΤΗΣ 02-02

Ἀπόστολος. Προκείμενον, ἦχος γ’. 
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. 
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. Καὶ ὡς ἔπος εἰπεῖν, δι᾽ ᾽Αβραὰμ καὶ Λευΐ ὁ δεκάτας λαμβάνων δεδεκάτωται, ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ. Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, (ὁ λαὸς γὰρ ἐπ᾽ αὐτῇ νενομοθέτητο), τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδέκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν ᾽Ααρὼν λέγεσθαι; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ• Πρόδηλον γὰρ ὅτι ἐξ ᾽Ιούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, μαρτυρεῖ γὰρ, ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
λληλούϊα. (γ’) 

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, 23 καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. 25 Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἰερουσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν ἅγιον ἐπ' αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· 29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33 καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. 35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. 36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· 38 καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. 39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέτ. 40 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτό.



ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ ΠΛ Α ΗΧΟΣ ΑΡΓΟΝ KARAOKE

ΙΩΑΝΝΟΥ ΠΡΩΤΟΨΑΛΤΟΥ το αργόν
Για όσους διαβάζουν μόνο από παρτιτούρα.

κατεβάστε το βίντεο mp4:
ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ ΠΛ Α ΗΧΟΣ ΑΡΓΟΝ KARAOKE

ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ ΠΛ Α ΗΧΟΣ KARAOKE

ΙΩΑΝΝΟΥ ΠΡΩΤΟΨΑΛΤΟΥ το σύντομον
Για όσους διαβάζουν μόνο από παρτιτούρα.

κατεβάστε το βίντεο mp4:
ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ ΠΛ Α ΗΧΟΣ KARAOKE

ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ Δ ΗΧΟΣ KARAOKE

ΙΩΑΝΝΟΥ ΠΡΩΤΟΨΑΛΤΟΥ το σύντομον
Για όσους διαβάζουν μόνο από παρτιτούρα.

κατεβάστε το βίντεο mp4:
ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ Δ ΗΧΟΣ KARAOKE

ΑΠΟΣΤΟΛΟΣ 30-01 ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ

Ἀπόστολος. Προκείμενον, ἦχος πλ.δ’. 
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. 
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾽Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες. Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ ᾽Ιησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾽ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις, εὐαρεστεῖται ὁ Θεός.
λληλούϊα. (γ’) 

Εὐαγγέλιον 
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.


ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ Γ ΗΧΟΣ KARAOKE

ΙΩΑΝΝΟΥ ΠΡΩΤΟΨΑΛΤΟΥ το σύντομον
Για όσους διαβάζουν μόνο από παρτιτούρα.

κατεβάστε το βίντεο mp4:
ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ Γ ΗΧΟΣ KARAOKE

ΑΠΟΣΤΟΛΟΣ ΑΓ ΓΡΗΓΟΡΙΟΥ 25-01

Ὁ Ἀπόστολος. Τοῦ Ἱεράρχου.
Προκείμενον, ἦχος α’.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.  
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, τοιοῦτος ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος• ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ• τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος.
λληλούϊα. (γ’)     

Εὐαγγέλιον. 
Ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα• δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ• ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός• ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων•ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει- καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα• καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης• κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.


ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ 28-01-2018

Ἀπόστολος.
Κυριακῆς ΛΓ´ Ἐπιστολῶν. Προκείμενον ἦχος α’.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς.
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ.
Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
Τέκνον Τιμόθεε, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν ᾽Αντιοχείᾳ, ἐν ᾽Ικονίῳ, ἐν Λύστροις΄ οἵους διωγμοὺς ὑπήνεγκα• καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ ᾽Ιησοῦ διωχθήσονται• πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἔμαθες, καὶ ὅτι ἐκ βρέφους [τὰ] ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ ᾽Ιησοῦ τῷ Κυρίῳ ἡμῶν.
λληλούϊα. (γ’)

Εὐαγγέλιον. 
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ῎Ανθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο΄ ῾Ο Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ᾽ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων΄ ῾Ο Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾽ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

DOWNLOAD PDF HERE!

ΙΔΙΟΜΕΛΑ ΤΡΙΩΔΙΟΥ ΜΕΤΑ ΤΟΝ Ν ΨΑΛΜΟ

Μουσικός Πανδέκτης Ζωής Ζ τόμος
ψηφιοποίηση andreasgon
Καλό Τριώδιο!

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ Β ΗΧΟΣ ΙΩΑΝΝΟΥ

ψηφιοποίηση, μεταφορά σε ευρωπαϊκή κτλ. andreasgon
Έχω ξαναπεί δεν παίζεται με όργανο η βυζαντινή μουσική 100%.
Παρ' όλα αυτά, η προσπάθεια έχει άλλο σκοπό.

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για εκτύπωση παρτιτούρας:
DOWNLOAD PDF HERE!

Κατεβάστε το βίντεο karaoke:
DOWNLOAD VIDEO mp4 HERE!


ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ Α ΗΧΟΣ ΙΩΑΝΝΟΥ

Αναστασιματάριον Ιωάννου Πρωτοψάλτου
ψηφιοποίηση andreasgon

Παρτιτούρα βυζαντινή σημειογραφία:
DOWNLOAD PDF HERE!

Παρτιτούρα σε πεντάγραμμο:
DOWNLOAD PDF HERE!

Βίντεο karaoke η παραπάνω παρτιτούρα:
DOWNLOAD mp4 HERE!


ΑΙ ΓΕΝΕΑΙ ΝΥΝ ΠΑΣΑΙ ΣΕ ΠΑΡΤΙΤΟΥΡΑ

Η Γ' ΣΤΑΣΗ ΤΟΥ ΕΠΙΤΑΦΙΟΥ
composer andreasgon
Γραμμένο σε γυναικείο τόνο.

κατεβάστε την παρτιτούρα

κατεβάστε το βίντεο mp4

ΑΞΙΟΝ ΕΣΤΙ KARAOKE MP4

Composer andreasgon
Eίναι γραμμένο σε γυναικείο τόνο.

DOWNLOAD mp4 karaoke HERE!
ΑΞΙΟΝ ΕΣΤΙ KARAOKE


Η ΖΩΗ ΕΝ ΤΑΦΩ KARAOKE MP4

Composer by andreasgon
Eίναι γραμμένο σε γυναικείο τόνο.

DOWNLOAD mp4 karaoke HERE!

ΤΗ ΥΠΕΡΜΑΧΩ KARAOKE

ΤΗ ΥΠΕΡΜΑΧΩ karaoke σε mp4
Για όσους διαβάζουν μόνο πεντάγραμμο.
Βλέπουμε το βίντεο, ακούμε την μελωδία 
και ψάλλουμε τη "Υπερμάχω" είναι εύκολο 
καθώς βλέπουμε κάτω απ' τις νότες και τα λόγια.
Μουσικός Πανδέκτης Ζωής.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για κατέβασμα σε karaoke mp4 εδώ:
DOWNLOAD mp4 HERE!

ΧΕΡΟΥΒΙΚΟΝ ΣΑΚΕΛΛΑΡΙΔΗ ΣΕ ΠΕΝΤΑΓΡΑΜΜΟ

Αποκλειστικά για μελέτη, για αυτούς που διαβάζουν παρτιτούρα μόνο από πεντάγραμμο.
Μουσικός Πανδέκτης Ζωής Δ' Τόμος.
Μεταφορά βυζ. μουσικής σε πεντάγραμμο και εκτέλεση της παρτιτούρας με church organ by andreasgon.

Για εκτύπωση παρτιτούρας:
DOWNLOAD PDF HERE!

Για κατέβασμα βίντεο:
DOWNLOAD mp4 HERE!

ΠΛΟΥΣΙΟΙ ΕΠΤΩΧΕΥΣΑΝ ΣΕ ΠΕΝΤΑΓΡΑΜΜΟ

Αν και η βυζαντινή μουσική δεν μπορεί να εκτελεστεί με μουσικό όργανο 100 %, παρ'όλα αυτά, ανεβάζω για αρχάριους σε pdf και σε αρχείο ήχου mp3 με church organ το "πλούσιοι επτώχευσαν..." σε ήχο πλ. α'.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Σε πεντάγραμμο:
DOWNLOAD PDF HERE!

Κατεβάστε το mp3 αρχείο:
DOWNLOAD PDF HERE!


ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ ΠΛ Α ΑΡΓΟΣΥΝΤΟΜΟΝ

Επειδή κάποιοι το ζήτησαν...
Το ανεβάζω σε pdf και σε mp3 με church organ.
Κοιτάξτε την παρτιτούρα και ακούστε το mp3 
όσες φορές χρειαστεί μέχρι να το μάθετε απ' έξω.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Αρχείο ήχου mp3:
DOWNLOAD mp3 HERE!

Κοινωνικόν της Υπαπαντής "Ἐγνώρισε Κύριος..."

Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν, Ἀλληλούϊα.
Σύνθεσις: Λυκούργου Πετρίδη
Πηγή: Συλογος Ιεροψαλτών Χαλκιδικής

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

ΑΚΟΛΟΥΘΙΕΣ ΦΕΒΡΟΥΑΡΙΟΥ ΜΟΥΣΙΚΑ 2018

Η ακολουθίες μουσικά για τον μήνα Φεβρουάριο του 2018.
Επιμέλεια Βασίλης Κιαμηλίδης.

02-02-2018 Εσπερινός της Υπαπαντής
02-02-2018 Όρθρος της Υπαπαντής
04-02-2018 Εσπερινός Κυριακής του Ασώτου
04-02-2018 Όρθρος Κυριακής του Ασώτου
09-02-2018 Εσπερινός απόδοσης Υπαπαντής και Αγίου Χαραλάμπους
09-02-2018 Όρθρος απόδοσης Υπαπαντής και Αγίου Χαραλάμπους
10-02-2018 Εσπερινός Παρασκευής προ της Απόκρεω
10-02-2018 Όρθρος των Ψυχών προ της Απόκρεω
11-02-2018 Εσπερινός Κυριακής της Απόκρεω
11-02-2018 Όρθρος Κυριακής της Απόκρεω
18-02-2018 Εσπερινός Κυριακής της Τυρινής
18-02-2018 Όρθρος Κυριακής της Τυρινής
21-02-2018 Τετάρτη Προηγιασμένη Θ Λειτουργία
23-02-2018 Παρασκευή Προηγιασμένη Θ Λειτουργία
24-02-2018 Όρθρος Σαββάτου α΄ των Νηστειών Ιωάννου του Προδρόμου
25-02-2018 Εσπερινός Κυριακής της Ορθοδοξίας
25-02-2018 Όρθρος Κυριακής της Ορθοδοξίας
28-02-2018 Τετάρτη Προηγιασμένη Θ Λειτουργία

Τη 17η ΦΕΒ/ΡΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΗΡΩΝΟΣ

Μουσικός Πανδέκτης Ζωής Ε' Τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

Τη 11η ΦΕΒΡΟΥΑΡΙΟΥ ΒΛΑΣΙΟΥ

Μουσικός Πανδέκτης Ζωής Ε' Τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

Τη 09η ΦΕΒΡΟΥΑΡΙΟΥ ΝΙΚΗΦΟΡΟΥ

Μουσικός Πανδέκτης Ζωής Ε' Τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

Τη 08η ΦΕΒΡΟΥΑΡΙΟΥ ΘΕΟΔΩΡΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ

Μουσικός Πανδέκτης Ζωής Ε' Τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

Τη 05η ΦΕΒΡΟΥΑΡΙΟΥ ΑΓΑΘΗΣ

Μουσικός Πανδέκτης Ζωής Ε' Τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

Τη 04η ΦΕΒΡΟΥΑΡΙΟΥ ΙΣΙΔΩΡΟΥ

Μουσικός Πανδέκτης Ζωής Ε' Τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

Τη 01η ΜΑΡΤΙΟΥ ΕΥΔΟΚΙΑΣ

Μουσικός Πανδέκτης Ζωής Ε' Τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

Τη 24η ΦΕΒΡΟΥΑΡΙΟΥ ΠΡΟΔΡΟΜΟΥ

Μουσικός Πανδέκτης Ζωής Ε' Τόμος.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

Τη 21η ΙΑΝΟΥΑΡΙΟΥ ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Αναστασιματάριον Ιωάννου Πρωτοψάλτου.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΟΝ 21-01-2018

ΚΥΡΙΑΚΗ 21-01-2018 ΙΕ' ΛΟΥΚΑ (του Ζακχαίου) 
Του Οσίου Πατρός ημών Μαξίμου κτλ.  Ήχος πλ. δ'.  Εωθινόν ΙΑ.
Προκείμενον. Ἦχος βαρύς
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.
Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.
Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεό- τητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
λληλούϊα.  Ἦχος  βαρύς.
γαθὸν τῷ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.
Στίχ. Τοῦ άναγγέλειν τὸ πρωῒ τὸ ἔλεός σου.

ΕΥΑΓΓΕΛΙΟΝ ΚΥΡΙΑΚῌ ΔΕΚΑΤῌ ΠΕΜΠΤῌ
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ Ἰησοῦς τὴν Ἰεριχώ· 2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, 3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4 καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι δι' ἐκείνης ἤμελλε διέρχεσθαι. 5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν καὶ εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. 8 σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. 9 εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.



ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΟΝ 20-01-2018

Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.
Ὁ Ἀπόστολος.
Τοῦ ῾Αγίου·  Προκείμενον ἦχος βαρὺς.
Καυχήσονται ὅσιοι ἐν δόξῃ.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Πρὸς Κορινθίους Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, ὁ Θεὸς ὁ εἰπών͵ ἐκ σκότους φῶς λάμψαι͵ ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν͵ ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ΄ οὐ στενοχωρούμενοι͵ ἀπορούμενοι ἀλλ΄ οὐκ ἐξαπορούμενοι͵ διωκόμενοι ἀλλ΄ οὐκ ἐγκαταλειπόμενοι͵ καταβαλλόμενοι ἀλλ΄ οὐκ ἀπολλύμενοι͵ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται͵ ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως͵ κατὰ τὸ γεγραμμένον͵ Ἐπίστευσα͵ διὸ ἐλάλησα͵ καὶ ἡμεῖς πιστεύομεν͵ διὸ καὶ λαλοῦμεν͵ εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι΄ ὑμᾶς͵ ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
λληλούϊα (γ’) 

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾽Ιουδαίας καὶ ᾽Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν, Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου·χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.



ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΟΝ 18-01-2018

Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας.
Ὁ Ἀπόστολος.
Προκείμενον.  Ἦχος δ’. Ὕμνος Τριῶν Παίδων.
Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾽Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες. Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες΄ ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ ᾽Ιησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾽ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.
λληλούϊα. (γ’) 

Εὐαγγέλιον. 
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 



ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΟΝ 17-01-2018

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου.
Ὁ Ἀπόστολος. Τοῦ ῾Αγίου· 
Προκείμενον, ἦχος βαρύς. 
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν, πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. ῾Ο δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν ᾽Ιησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ᾽Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
λληλούϊα. (γ’) 

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. 20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.



ΚΟΙΝΩΝΙΚΟΝ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ

ΠΕΤΡΟΥ ΛΑΜΠΑΔΑΡΙΟΥ
ΜΟΥΣΙΚΗ ΣΥΛΛΟΓΗ ΠΡΩΓΑΚΗ

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!



ΟΙ ΑΙΝΟΙ ΤΗΣ ΚΥΡΙΑΚΗΣ 14-01-2018

Μουσικός Πανδέκτης Ζωής Ε' Τόμος.
Αναστασιματάριον Ιωάννου Πρωτοψάλτου.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΟΝ 14-01-2018

ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ
ΚΥΡΙΑΚῌ 14 ΙΑΝΟΥΑΡΙΟΥ 2018 
Τῶν ἐν Σινᾷ καί Ραϊθῷ ἀναιρεθέντων ῾Αγίων ᾽Αββάδων.
Ἦχος βαρύς. ῾Εωθινὸν Ι´.
________________________________________ 
Απόστολος. Τῆς Κυριακῆς μετά τά Φῶτα·
Προκείμενον, ἦχος δ’.
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει, ᾽Αναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις.  Τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
λληλούϊα. (γ’) 
________________________________________
Εὐαγγέλιον.
Τῆς Κυριακῆς μετά τά Φῶτα·
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ ᾽Ιησοῦς ὅτι ᾽Ιωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν΄ καὶ καταλιπὼν τὴν Ναζαρὲτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος΄ Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ ᾽Ιορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. ᾽Απὸ τότε ἤρξατο ὁ ᾽Ιησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε΄ ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 

DOWNLOAD PDF HERE!


ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΟΝ 13-01-2018

ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΑ ΦΩΤΑ
Ἀπόστολος.
Προκείμενον. Ἦχος πλ. β'. 
Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.
Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα. 
δελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. 
λληλούϊα. (γ’)  Ἦχος  β'.
________________________________________
Εὐαγγέλιον.
Τῼ ΣΑΒΒΑΤῼ ΜΕΤΑ ΤΑ ΦΩΤΑ
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, ἀνήχθη ὁ ᾽Ιησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Γέγραπται, Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἔφη αὐτῷ ὁ ᾽Ιησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,καὶ λέγει αὐτῷ·Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ ὁ ᾽Ιησοῦς, Ὕπαγε, ὀπἰσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. 



ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΟΝ 11-01-2018

Τοῦ Ὁσίου Πατρός ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου.
Ἀπόστολος. Προκείμενον ἦχος βαρύς.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾽Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες. Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ ᾽Ιησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾽ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.
λληλούϊα. (γ’) 
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου΄ καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰμὴ ὁ Πατήρ΄ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ᾌρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ΄ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.



ΛΕΙΤΟΥΡΓΙΚΑ ΠΡΙΓΓΟΥ ΠΛ.Α

ΚΕΤΣΕΤΖΗΣ ΦΩΤΙΟΣ
ΛΕΙΤΟΥΡΓΙΚΑ ΠΡΙΓΓΟΥ ΠΛ.Α
(ΑΤΖΕΜ ΚΙΟΥΡΝΤΙ)
Ενημερωτικά:
Κιουρντί σημαίνει: βάση ο Κε (ο κάτω κε)
Ατζέμ λέγεται η φθορά του ζω (ο ζω σε ύφεση)
Για tablet:
DOWNLOAD PDF HERE!
Υπάρχει εδώ το βίντεο:
youtube!

ΚΟΙΝΩΝΙΚΑ ΚΥΡΙΑΚΗΣ ΣΕ 8 ΗΧΟΥΣ

Σύνθεση Δανιήλ Πρωτοψάλτου
Μουσική Πανδέκτη.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet με Bookmarks:
DOWNLOAD PDF HERE!

ΕΙΣ ΜΝΗΜΟΣΥΝΟΝ ΑΙΩΝΙΟΝ ΗΧΟΣ Α

Κοινωνικόν, "Εἰς μνημόσυνον αἰώνιον..." 
Ήχος α'. Σύνθεσις Σ. Αρβανίτη.
Πρωτοψάλτου Κοζάνης & Μουσικοδιδασκάλου
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

Μπορείτε να το ακούσετε εδώ:
YOUTUBE!
Από ζωντανή ηχογράφηση στον ιερό ναό της 
Αγίας Αικατερίνης Πετραλώνων, ψάλλει 
ο κ. Δανιήλ Kαραμπάσης.


ΛΕΙΤΟΥΡΓΙΚΑ ΠΛ. Α ΦΡΥΓΙΟΣ

Μ. Χ. ΑΘΑΝΑΣΙΟΥ.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
DOWNLOAD PDF HERE!

Για tablet:
DOWNLOAD PDF HERE!

ΤΟ ΑΓΡΑΦΟ ΤΥΠΙΚΟ

Κατά την παράδοση έχει επικρατήσει το παρακάτω τυπικό για τους ήχους που πρέπει να ψάλλονται τα διάφορα μέλη κατά τις εορτές του έτους.

Για εκτύπωση:
DOWNLOAD PDF HERE!


ΤΗ 25η ΙΑΝΟΥΑΡΙΟΥ ΓΡΗΓΟΡΙΟΥ

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
Μουσικός Πανδέκτης Ζωής.
ψηφιοποίηση andreasgon

Για εκτύπωση:
__________________
DOWNLOAD PDF HERE!
__________________

Για χρήση σε tablet:
__________________
DOWNLOAD PDF HERE!
__________________

ΜΟΥΣΙΚΟΝ ΕΓΚΩΛΠΙΟΝ ΖΑΡΑΚΟΒΙΤΗ

ΠΛΗΡΕΣ PDF ΜΕ BOOKMARKS

Για εκτύπωση:
__________________
DOWNLOAD PDF HERE!
__________________

ΕΣΠΕΡΙΝΟΣ PDF ΝΕΑ ΕΚΔΟΣΗ

ΒΑΣΙΛΕΙΟΥ ΝΙΚΟΛΑΙΔΟΥ
ΜΕ BOOKMARKS
ΠΗΓΗ:
ΚΩΝ/ΝΟΣ Δ ΧΙΩΤΟΣ

Για εκτύπωση:
__________________
DOWNLOAD PDF HERE!
__________________

Για χρήση σε tablet:
__________________
DOWNLOAD PDF HERE!
__________________

ΣΥΛΛΟΓΗ ΔΟΞΟΛΟΓΙΩΝ ΣΕ 8 ΗΧΟΥΣ

ΙΕΡΑ ΚΟΙΝΟΒΙΑΚΗ ΜΟΝΗ ΟΣΙΟΥ ΓΡΗΓΟΡΙΟΥ 
ΑΓΙΟΝ ΟΡΟΣ PDF ΜΕ BOOKMARKS

Για εκτύπωση:
__________________
DOWNLOAD PDF HERE!
__________________

Για χρήση σε tablet:
__________________
DOWNLOAD PDF HERE!
__________________

ΤΙΜΙΩΤΕΡΑ - ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ

ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
________________________
DOWNLOAD PDF HERE!
________________________

Για χρήση σε tablet από εδώ:
________________________
DOWNLOAD PDF HERE!
________________________

22-01 ΤΙΜΟΘΕΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

Μουσικός Πανδέκτης Ζωής.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

ΤΟ ΟΜΜΑ ΤΗΣ ΚΑΡΔΙΑΣ ΜΟΥ ΠΛ.Β

ΜΠΕΡΕΚΕΤΟΥ ΗΧΟΣ ΠΛ.Β
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

ΑΣΜΑΤΙΚΟΝ ΤΟΥ ΣΤΑΥΡΟΥ Μ ΧΑΤΖ/ΣΙΟΥ

ΜIΧΑΗΛ ΧΑΤΖΗΑΘΑΝΑΣΙΟΥ
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

21 - 01 ΠΑΤΡΟΣ ΜΑΞΙΜΟΥ

Μουσικός Πανδέκτης Ζωής.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

Συντόμευση ακολουθίας Παραμονής Θεοφανείων

Επειδή πολλοί φίλοι με ρωτάνε πως να συντομεύσουν λόγω του Αγιασμού που πρέπει οι Ιερείς να αγιάσουν αύριο τα σπίτια, μπορούν κατόπιν αδείας του οικείου Δεσπότου:
1. Σήμερα αντί εσπερινού να γίνει η Ακολουθία των Μ Βασιλικών Ωρών των Θεοφανείων και
2. Αύριο το πρωί, να γίνει η ακολουθία του Μ Εσπερινού των Θεοφανείων μετά της Θ Λειτουργίας Μ Βασιλείου και η ακολουθία του Μ Αγιασμού της Παραμονής.
Αυτά σαν συμβουλή.

20 - 01 ΕΥΘΥΜΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Μουσικός Πανδέκτης Ζωής.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________


19-01 ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΜΑΚΑΡΙΟΥ

Μουσικός Πανδέκτης Ζωής.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

18-01 ΑΘΑΝΑΣΙΟΥ & ΚΥΡΙΛΛΟΥ

Μουσικός Πανδέκτης Ζωής.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

17-01 ΑΝΤΩΝΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Μουσικός Πανδέκτης Ζωής.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

07-01 ΔΟΞΑΣΤΙΚΑ ΠΡΟΔΡΟΜΟΥ

Πέτρου Εφεσίου & Πέτρου Λαμπαδαρίου.
ψηφιοποίηση andreasgon

Για εκτύπωση από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

Για χρήση σε tablet από εδώ:
____________________________
DOWNLOAD PDF HERE!
____________________________

ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΟΝ 07-01-2018

07 ΙΑΝΟΥΑΡΙΟΥ 2018
Ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
῏Ηχος πλ. β’. ῾Εωθινὸν Θ'.
Ἀπόστολος τοῦ Προδρόμου. 
Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.
Στίχ. Εἰσάκουσον ὁ Θεὸς, τῆς φωνῆς μου. 
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
᾿Εν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα ῞Αγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ῞Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ ᾿Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
λληλούϊα. (γ’)  
__________________
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
Τῷ καιρῷ ἐκείνῳ βλέπει ὁ Ἰωάννης τὸν ᾽Ιησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει΄ ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, ᾽Οπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ᾽Ισραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ᾽Ιωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν· Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν, ᾽Εφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. 



ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΟΝ 2018

ΙΑΝΟΥΑΡΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31
ΦΕΒΡΟΥΑΡΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29
ΜΑΡΤΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31
ΑΠΡΙΛΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30
ΜΑΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31
ΙΟΥΝΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30
ΙΟΥΛΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31
ΑΥΓΟΥΣΤΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31
ΣΕΠΤΕΜΒΡΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30
ΟΚΤΩΜΒΡΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31
ΝΟΕΜΒΡΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30
ΔΕΚΕΜΒΡΙΟΣ
01  02  03  04  05  06  07  08  09  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 ΤΩΝ ΨΥΧΩΝ


ΑΠΟΣΤΟΛΟΣ & ΕΥΑΓΓΕΛΙΟΝ 06-01-2018

06 ΙΑΝΟΥΑΡΙΟΥ 2018
Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
                            
Ἀπόστολος. Προκείμενον, ἦχος δ’.
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου. 
λληλούϊα. (γ’) 
_______________
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ὁ ᾽Ιησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν ᾽Ιορδάνην πρὸς τὸν ᾽Ιωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. Ὁ δὲ ᾽Ιωάννης διεκώλυεν αὐτὸν λέγων, ᾽Εγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; ἀποκριθεὶς δὲ ὁ ᾽Ιησοῦς εἶπεν πρὸς αὐτόν, ῎Αφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν. Βαπτισθεὶς δὲ ὁ ᾽Ιησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν [αὐτῷ] οἱ οὐρανοί, καὶ εἶδεν [τὸ] Πνεῦμα [τοῦ] Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν [καὶ] ἐρχόμενον ἐπ᾽ αὐτόν·καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.